TLG 1615 001 :: PLATONIUS :: Fragmenta de comoedia Graeca

PLATONIUS Gramm.
(Incertum)

Fragmenta de comoedia Graeca

Source: Kaibel, G. (ed.), Comicorum Graecorum fragmenta, vol. 1.1 [Poetarum Graecorum fragmenta, vol. 6.1] Berlin: Weidmann, 1899: 3–6.

  • Περὶ διαφορᾶς κωμῳδιῶν: pp. 3–5
  • Περὶ διαφορᾶς χαρακτήρων: p. 6

Citation: (Line)

tΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΚΩΜΩΙΔΙΩΝ.
1 Καλὸν ἐπισημήνασθαι τὰς αἰτίας δι’ ἃς ἡ μὲν ἀρχαία κωμωι‐ δία ἴδιόν τινα τύπον ἔχει, ἡ δὲ μέση διάφορός ἐστι πρὸς ταύτην. ἐπὶ τῶν Ἀριστοφάνους καὶ Κρατίνου καὶ Εὐπόλιδος χρόνων τὰ τῆς δημο‐ κρατίας ἐκράτει παρ’ Ἀθηναίοις καὶ τὴν ἐξουσίαν σύμπασαν ὁ δῆμος
5εἶχεν, αὐτὸς αὐτοκράτωρ καὶ κύριος τῶν πολιτικῶν πραγμάτων ὑπάρ‐ χων. τῆς ἰσηγορίας οὖν πᾶσιν ὑπαρχούσης ἄδειαν οἱ τὰς κωμωιδίας συγγράφοντες εἶχον τοῖ σκώπτειν καὶ στρατηγοὺς καὶ δικαστὰς τοὺς κακῶς δικάζοντας καὶ τῶν πολιτῶν τινας ἢ φιλαργύρους ἢ συζῶντας ἀσελγείαι. ὁ γὰρ δῆμος, ὡς εἶπον, ἐξήιρει τὸν φόβον τῶν κωμωι‐
10δούντων, φιλοτίμως τῶν τοὺς τοιούτους βλασφημούντων ἀκούων. ἴσμεν γὰρ ὡς ἀντίκειται φύσει τοῖς πλουσίοις ἐξ ἀρχῆς ὁ δῆμος καὶ
ταῖς δυσπραγίαις αὐτῶν ἥδεται. ἐπὶ τοίνυν τῆς Ἀριστοφάνους καὶ Κρατίνου καὶ Εὐπόλιδος κωμωιδίας ἀφόρητοί τινες κατὰ τῶν ἁμαρ‐ τανόντων ἦσαν οἱ ποιηταί. λοιπὸν δὲ τῆς δημοκρατίας ὑποχωρούσης3
15ὑπὸ τῶν κατὰ τὰς Ἀθήνας τυραννιώντων καὶ καθισταμένης ὀλιγαρχίας καὶ μεταπιπτούσης τῆς ἐξουσίας τοῦ δήμου εἰς ὀλίγους τινὰς καὶ κρα‐ τυνομένης τῆς ὀλιγαρχίας ἐνέπιπτε τοῖς ποιηταῖς φόβος. οὐ γὰρ ἦν τινα προφανῶς σκώπτειν, δίκας ἀπαιτούντων τῶν ὑβριζομένων παρὰ τῶν ποιητῶν· ἴσμεν γοῦν τὸν Εὔπολιν ἐπὶ τῶι διδάξαι τοὺς
20Βάπτας ἀποπνιγέντα εἰς τὴν θάλασσαν ὑπ’ ἐκείνου εἰς ὃν καθῆκε τοὺς Βάπτας. καὶ διὰ τοῦτο ὀκνηρότεροι πρὸς τὰ σκώμματα ἐγένοντο καὶ ἐπέλιπον οἱ χορηγοί· οὐ γὰρ ἔτι προθυμίαν εἶχον οἱ Ἀθηναῖοι τοὺς χορηγοὺς τοὺς τὰς δαπάνας τοῖς χορευταῖς παρέχοντας χειρο‐ τονεῖν. τὸν γοῦν Αἰολοσίκωνα Ἀριστοφάνης ἐδίδαξεν, ὃς οὐκ ἔχει
25τὰ χορικὰ μέλη. τῶν γὰρ χορηγῶν μὴ χειροτονουμένων καὶ τῶν χορευτῶν οὐκ ἐχόντων τὰς τροφὰς ὑπεξηιρέθη τῆς κωμωιδίας τὰ χορικὰ μέλη καὶ τῶν ὑποθέσεων ὁ τύπος μετεβλήθη. σκοποῦ γὰρ ὄντος τῆι ἀρχαίαι κωμωιδίαι τοῦ σκώπτειν δημαγωγοὺς καὶ δικαστὰς καὶ στρατηγούς, παρεὶς ὁ Ἀριστοφάνης τοῦ συνήθως ἀποσκῶψαι διὰ
30τὸν πολὺν φόβον Αἴολον τὸ δρᾶμα τὸ γραφὲν τοῖς τραγωιδοῖς ὡς κακῶς ἔχον διασύρει. τοιοῦτος οὖν ἐστιν ὁ τῆς μέσης κωμωιδίας τύπος οἷός ἐστιν ὁ Αἰολοσίκων Ἀριστοφάνους καὶ οἱ Ὀδυσσεῖς Κρα‐ τίνου καὶ πλεῖστα τῶν παλαιῶν δραμάτων οὔτε χορικὰ οὔτε παρα‐ βάσεις ἔχοντα. παράβασις δέ ἐστι τὸ τοιοῦτο· μετὰ τὸ τοὺς
35ὑποκριτὰς τοῦ πρώτου μέρους πληρωθέντος ἀπὸ τῆς σκηνῆς ἀνα‐ χωρῆσαι, ὡς ἂν μὴ τὸ θέατρον ἀργὸν ἦι καὶ ὁ δῆμος ἀργὸς καθέζη‐ ται, ὁ χορὸς οὐκ ἔχων πρὸς τοὺς ὑποκριτὰς διαλέγεσθαι ἀπόστροφον ἐποιεῖτο πρὸς τὸν δῆμον· κατὰ δὲ τὴν ἀπόστροφον ἐκείνην οἱ ποιηταὶ διὰ τοῦ χοροῦ ἢ ὑπὲρ ἑαυτῶν ἀπελογοῦντο ἢ περὶ δημοσίων πραγ‐
40μάτων εἰσηγοῦντο. ἡ δὲ παράβασις ἐπληροῦτο διὰ μελυδρίου καὶ κομματίου καὶ στροφῆς καὶ ἀντιστρόφου καὶ ἐπιρρήματος καὶ ἀντ‐
επιρρήματος καὶ ἀναπαίστων. τὰ μὲν γὰρ ἔχοντα τὰς παρα‐ βάσεις κατ’ ἐκεῖνον τὸν χρόνον ἐδιδάχθη καθ’ ὃν ὁ δῆμος ἐκράτει, τὰ δὲ οὐκ ἔχοντα τῆς ἐξουσίας λοιπὸν ἀπὸ τοῦ δήμου μεθισταμένης4
45καὶ τῆς ὀλιγαρχίας κρατούσης. οἱ δὲ τῆς μέσης κωμωιδίας ποιηταὶ καὶ τὰς ὑποθέσεις ἤμειψαν καὶ τὰ χορικὰ μέλη παρέλιπον, οὐκ ἔχοντες τοὺς χορηγοὺς τοὺς τὰς δαπάνας τοῖς χορευταῖς παρ‐ έχοντας. ὑποθέσεις μὲν γὰρ τῆς παλαιᾶς κωμωιδίας ἦσαν αὗται· τὸ στρατηγοῖς ἐπιτιμᾶν καὶ δικασταῖς οὐκ ὀρθῶς δικάζουσι καὶ χρήματα

(50)

συλλέγουσιν ἐξ ἀδικίας τισὶ καὶ μοχθηρὸν ἐπανηιρημένοις βίον. ἡ δὲ μέση κωμωιδία ἀφῆκε τὰς τοιαύτας ὑποθέσεις, ἐπὶ δὲ τὸ σκώπτειν ἱστορίας ῥηθείσας ποιηταῖς ἦλθον. ἀνεύθυνον γὰρ τὸ τοιοῦτον οἷον διασύρειν Ὅμηρον εἰπόντα τι 〈οὐκ εὖ〉 ἢ τὸν δεῖνα τῆς τραγωιδίας ποιητήν. τοιαῦτα δὲ δράματα καὶ ἐν τῆι παλαιᾶι
55κωμωιδίαι ἔστιν εὑρεῖν, ἅπερ τελευταῖον ἐδιδάχθη λοιπὸν τῆς ὀλιγαρ‐ χίας κρατυνθείσης· οἱ γοῦν Ὀδυσσεῖς Κρατίνου οὐδενὸς ἐπιτίμησιν ἔχουσι, διασυρμὸν δὲ τῆς Ὀδυσσείας τοῦ Ὁμήρου. τοιαῦται γὰρ αἱ κατὰ τὴν μέσην κωμωιδίαν ὑποθέσεις εἰσίν· μύθους γάρ τινας τι‐ θέντες ἐν ταῖς κωμωιδίαις τοῖς παλαιοτέροις εἰρημένους διέσυρον ὡς
60κακῶς ῥηθέντας, καὶ τὰς παραβάσεις παρηιτήσαντο διὰ τὸ τοὺς χο‐ ροὺς ἐπιλεῖψαι χορηγῶν οὐκ ὄντων. οὐ μὴν οὐδὲ τὰ προσωπεῖα ὁμοιοτρόπως τοῖς ἐν τῆι παλαιᾶι κωμωιδίαι κατεσκευασμένοις εἰσῆγον· ἐν μὲν γὰρ τῆι παλαιᾶι εἴκαζον τὰ προσωπεῖα τοῖς κωμωιδουμένοις, ἵνα πρίν τι καὶ τοὺς ὑποκριτὰς εἰπεῖν ὁ κωμωιδούμενος ἐκ τῆς
65ὁμοιότητος τῆς ὄψεως κατάδηλος ἦι· ἐν δὲ τῆι μέσηι καὶ νέαι κω‐ μωιδίαι ἐπίτηδες τὰ προσωπεῖα πρὸς τὸ γελοιότερον ἐδημιούργησαν, δεδοικότες τοὺς Μακεδόνας καὶ τοὺς ἐπηρτημένους ἐξ ἐκείνων φό‐ βους, ἵνα μηδὲ ἐκ τύχης τινὸς ὁμοιότης προσώπου συμπέσηι τινὶ Μακεδόνων ἄρχοντι καὶ δόξας ὁ ποιητὴς ἐκ προαιρέσεως κωμωιδεῖν
70δίκας ὑπόσχηι. ὁρῶμεν γοῦν τὰς ὀφρῦς ἐν τοῖς προσώποις τῆς Με‐ νάνδρου κωμωιδίας ὁποίας ἔχει καὶ ὅπως ἐξεστραμμένον τὸ στόμα
καὶ οὐδὲ κατ’ ἀνθρώπων φύσιν.5
73tΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΧΑΡΑΚΤΗΡΩΝ.
73 Κρατῖνος ὁ τῆς παλαιᾶς κωμωιδίας ποιητής, ἅτε δὴ κατὰ τὰς Ἀρχιλόχου ζηλώσεις, αὐστηρὸς μὲν ταῖς λοιδορίαις ἐστίν· οὐ γὰρ
75ὥσπερ Ἀριστοφάνης ἐπιτρέχειν τὴν χάριν τοῖς σκώμμασι ποιεῖ, τὸ φορτικὸν τῆς ἐπιτιμήσεως διὰ ταύτης ἀναιρῶν, ἀλλ’ ἁπλῶς κατὰ τὴν παροιμίαν γυμνῆι τῆι κεφαλῆι τίθησι τὰς βλασφημίας κατὰ τῶν ἁμαρ‐ τανόντων, πολὺς δὲ καὶ 〈ἐν〉 ταῖς τροπαῖς τυγχάνει. εὔστοχος δὲ ὢν ἐν ταῖς ἐπιβολαῖς τῶν δραμάτων καὶ διασκευαῖς, εἶτα προιὼν
80καὶ διασπῶν τὰς ὑποθέσεις οὐκ ἀκολούθως πληροῖ τὰ δράματα. Εὔπολις δὲ εὐφάνταστος μὲν εἰς ὑπερβολήν ἐστι κατὰ τὰς ὑπο‐ θέσεις· τὰς γὰρ εἰσηγήσεις μεγάλας τῶν δραμάτων ποιεῖται καὶ ἥνπερ ἐν τῆι παραβάσει φαντασίαν κινοῦσιν οἱ λοιποί, ταύτην ἐκεῖνος ἐν 〈αὐτοῖσ〉 τοῖς δράμασιν, ἀναγαγεῖν ἱκανὸς ὢν ἐξ Ἅιδου νομοθετῶν
85πρόσωπα καὶ δι’ αὐτῶν εἰσηγούμενος ἢ περὶ θέσεως νόμων ἢ κατα‐ λύσεως. ὥσπερ δέ ἐστιν ὑψηλὸς οὕτω καὶ ἐπίχαρις καὶ περὶ τὰ σκώμ‐ ματα λίαν εὔστοχος. ὁ δὲ Ἀριστοφάνης τὸν μέσον ἐλήλακε τῶν ἀνδρῶν χαρακτῆρα· οὔτε γὰρ πικρὸς λίαν ἐστὶν ὥσπερ ὁ Κρατῖνος οὔτε χαρίεις ὥσπερ ὁ Εὔπολις, ἀλλ’ ἔχει καὶ πρὸς τοὺς ἁμαρτάνον‐
90τας τὸ σφοδρὸν τοῦ Κρατίνου καὶ τὸ τῆς ἐπιτρεχούσης χάριτος
Εὐπόλιδος.6